Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.268 Joseph. AJ 9.273 (English) >>Joseph. AJ 9.278

9.271ἐνστάσης δὲ τῆς τῶν ἀζύμων ἑορτῆς θύσαντες τὴν λεγομένην φάσκα τὰς ἄλλας τὸ λοιπὸν θυσίας ἐπετέλουν ἐπὶ ἡμέρας ἑπτά. τῷ δὲ πλήθει πάρεξ ὧν ἐκαλλιέρησαν αὐτοὶ ταύρους μὲν δισχιλίους θρέμματα δὲ ἑπτακισχίλια βασιλεὺς ἐχαρίσατο. τὸ δʼ αὐτὸ καὶ οἱ ἡγεμόνες ἐποίησαν· χιλίους μὲν γὰρ ταύρους ἔδοσαν αὐτοῖς θρέμματα δὲ χίλια καὶ τεσσαράκοντα. 9.272καὶ τοῦτον τὸν τρόπον ἀπὸ Σολόμωνος τοῦ βασιλέως οὐκ ἀχθεῖσα ἑορτὴ τότε πρῶτον λαμπρῶς καὶ φιλοτίμως ἐπετελέσθη. ὡς δὲ τὰ περὶ τὴν ἑορτὴν αὐτοῖς πέρας εἶχεν, ἐξελθόντες εἰς τὴν χώραν ἥγνισαν αὐτήν· 9.273καὶ τὴν πόλιν δὲ παντὸς ἐκάθηραν μιάσματος εἰδώλων, τάς τε καθημερινὰς θυσίας βασιλεὺς ἐκ τῶν ἰδίων ἐπιτελεῖσθαι διέταξε κατὰ τὸν νόμον, καὶ τοῖς ἱερεῦσι καὶ Ληουίταις τὰς δεκάτας ὥρισε παρὰ τοῦ πλήθους δίδοσθαι καὶ τὰς ἀπαρχὰς τῶν καρπῶν, ἵνʼ ἀεὶ τῇ θρησκείᾳ παραμένωσι καὶ τῆς θεραπείας ὦσιν ἀχώριστοι τοῦ θεοῦ. 9.274καὶ τὸ μὲν πλῆθος συνεισέφερε παντοδαπὸν καρπὸν τοῖς ἱερεῦσι καὶ Λευίταις, ἀποθήκας δὲ καὶ ταμιεῖα τούτων βασιλεὺς κατασκευάσας ἑκάστῳ διένειμε τῶν ἱερέων καὶ Ληουιτῶν καὶ παισὶν αὐτῶν καὶ γυναιξί· 9.275καὶ οὕτω πάλιν εἰς τὴν ἀρχαίαν θρησκείαν ἐπανῆλθον. ταῦτα δὲ τὸν προειρημένον τρόπον βασιλεὺς καταστησάμενος πόλεμον ἐξήνεγκε πρὸς τοὺς Παλαιστίνους καὶ νικήσας κατέσχεν ἁπάσας ἀπὸ Γάζης μέχρι Γίττης πόλεις τῶν πολεμίων. δὲ τῶν Ἀσσυρίων βασιλεὺς πέμψας ἠπείλει πᾶσαν αὐτοῦ καταστρέψεσθαι τὴν ἀρχήν, εἰ μὴ τοὺς φόρους, οὓς πατὴρ αὐτοῦ τὸ πρῶτον ἐτέλει, τούτους ἀποδώσει.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.268 Joseph. AJ 9.273 (English) >>Joseph. AJ 9.278

Powered by PhiloLogic